2.563 τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
2.564 καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός ·
2.565 τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
2.566 Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος ·
2.567 συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης ·
2.568 τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο .
2.569 οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
2.570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς ,
2.571 Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινὴν
2.572 καὶ Σικυῶν’ , ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν ,
2.573 οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
2.574 Πελλήνην τ’ εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο
2.575 Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν ,
2.576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
2.577 Ἀτρεΐδης · ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
2.578 λαοὶ ἕποντ’ · ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
2.579 κυδιόων , πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
2.580 οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς .
2.581 οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν ,
2.582 Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην ,
2.583 Βρυσειάς τ’ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς ,
2.584 οἵ τ’ ἄρ’ Ἀμύκλας εἶχον Ἕλος τ’ ἔφαλον πτολίεθρον ,
2.585 οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο ,
2.586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
2.587 ἑξήκοντα νεῶν · ἀπάτερθε δὲ θωρήσσοντο ·
2.588 ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
2.589 ὀτρύνων πόλεμον δέ · μάλιστα δὲ ἵετο θυμῷ
2.590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε .
2.591 οἳ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
2.592 καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
2.593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
2.594 καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον , ἔνθά τε Μοῦσαι
2.595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
2.596 Οἰχαλίηθεν ἰόντα παρ’ Εὐρύτου Οἰχαλιῆος ·