2.465 ἐς πεδίον προχέοντο Σκαμάνδριον · αὐτὰρ ὑπὸ χθὼν
2.466 σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων .
2.467 ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
2.468 μυρίοι , ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ .
2.469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
2.470 αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
2.471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει ,
2.472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
2.473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες .
2.474 τοὺς δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρες
2.475 ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν ,
2.476 ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
2.477 ὑσμίνην δ’ ἰέναι , μετὰ δὲ κρείων Ἀγαμέμνων
2.478 ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ ,
2.479 Ἄρεϊ δὲ ζώνην , στέρνον δὲ Ποσειδάωνι .
2.480 ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων
2.481 ταῦρος · γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι ·
2.482 τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
2.483 ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν .
2.484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι ·
2.485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα ,
2.486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν ·
2.487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν ·
2.488 πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω ,
2.489 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι , δέκα δὲ στόματ’ εἶεν ,
2.490 φωνὴ δ’ ἄρρηκτος , χάλκεον δέ μοι ἦτορ ἐνείη ,
2.491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
2.492 θυγατέρες μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον ·
2.493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας .
2.494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
2.495 Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε ,
2.496 οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν