2.431 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης .
2.432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
2.433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
2.434 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ,
2.435 μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα , μηδ’ ἔτι δηρὸν
2.436 ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει .
2.437 ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
2.438 λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας ,
2.439 ἡμεῖς δ’ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
2.440 ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα .
2.441 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
2.442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς ·
2.444 οἳ μὲν ἐκήρυσσον , τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα .
2.445 οἳ δ’ ἀμφ’ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
2.446 θῦνον κρίνοντες , μετὰ δὲ γλαυκῶπις Ἀθήνη
2.447 αἰγίδ’ ἔχουσ’ ἐρίτιμον ἀγήρων ἀθανάτην τε ,
2.448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται ,
2.449 πάντες ἐϋπλεκέες , ἑκατόμβοιος δὲ ἕκαστος ·
2.450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
2.451 ὀτρύνουσ’ ἰέναι · ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
2.452 καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι .
2.453 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
2.454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν .
2.455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
2.456 οὔρεος ἐν κορυφῇς , ἕκαθεν δέ τε φαίνεται αὐγή ,
2.457 ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
2.458 αἴγλη παμφανόωσα δι’ αἰθέρος οὐρανὸν ἷκε .
2.459 τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
2.460 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
2.461 Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
2.462 ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
2.463 κλαγγηδὸν προκαθιζόντων , σμαραγεῖ δέ τε λειμών ,
2.464 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων