2.399 κάπνισσάν τε κατὰ κλισίας , καὶ δεῖπνον ἕλοντο .
2.400 ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
2.401 εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος .
2.402 αὐτὰρ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
2.403 πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι ,
2.404 κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν ,
2.405 Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα ,
2.406 αὐτὰρ ἔπειτ’ Αἴαντε δύω καὶ Τυδέος υἱόν ,
2.407 ἕκτον δ’ αὖτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον .
2.408 αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος ·
2.409 ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο .
2.410 βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο ·
2.411 τοῖσιν δ’ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων ·
2.412 Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
2.413 μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
2.414 πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
2.415 αἰθαλόεν , πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα ,
2.416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
2.417 χαλκῷ ῥωγαλέον · πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
2.418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν .
2.419 ὣς ἔφατ’ , οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων ,
2.420 ἀλλ’ γε δέκτο μὲν ἱρά , πόνον δ’ ἀμέγαρτον ὄφελλεν .
2.421 αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο ,
2.422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν ,
2.423 μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
2.424 δίπτυχα ποιήσαντες , ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν .
2.425 καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον ,
2.426 σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο .
2.427 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο ,
2.428 μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν ,
2.429 ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα .
2.430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα