2.369 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
2.370 μὰν αὖτ’ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν .
2.371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
2.372 τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν ·
2.373 τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
2.374 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε .
2.375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν ,
2.376 ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει .
2.377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
2.378 ἀντιβίοις ἐπέεσσιν , ἐγὼ δ’ ἦρχον χαλεπαίνων ·
2.379 εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν , οὐκέτ’ ἔπειτα
2.380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν .
2.381 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα .
2.382 εὖ μέν τις δόρυ θηξάσθω , εὖ δ’ ἀσπίδα θέσθω ,
2.383 εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν ,
2.384 εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω ,
2.385 ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ .
2.386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν
2.387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν .
2.388 ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
2.389 ἀσπίδος ἀμφιβρότης , περὶ δ’ ἔγχεϊ χεῖρα καμεῖται ·
2.390 ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων .
2.391 ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
2.392 μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν , οὔ οἱ ἔπειτα
2.393 ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς .
2.394 ὣς ἔφατ’ , Ἀργεῖοι δὲ μέγ’ ἴαχον ὡς ὅτε κῦμα
2.395 ἀκτῇ ἐφ’ ὑψηλῇ , ὅτε κινήσῃ Νότος ἐλθών ,
2.396 προβλῆτι σκοπέλῳ · τὸν δ’ οὔ ποτε κύματα λείπει
2.397 παντοίων ἀνέμων , ὅτ’ ἂν ἔνθ’ ἔνθα γένωνται .
2.398 ἀνστάντες δ’ ὀρέοντο κεδασθέντες κατὰ νῆας ,