2.339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν ;
2.340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
2.341 σπονδαί τ’ ἄκρητοι καὶ δεξιαί , ᾗς ἐπέπιθμεν ·
2.342 αὔτως γὰρ ἐπέεσσ’ ἐριδαίνομεν , οὐδέ τι μῆχος
2.343 εὑρέμεναι δυνάμεσθα , πολὺν χρόνον ἐνθάδ’ ἐόντες .
2.344 Ἀτρεΐδη σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
2.345 ἄρχευ’ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας ,
2.346 τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο , τοί κεν Ἀχαιῶν
2.347 νόσφιν βουλεύωσ’ · ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν ·
2.348 πρὶν Ἄργος δ’ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
2.349 γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί .
2.350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
2.351 ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
2.352 Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
2.353 ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων .
2.354 τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
2.355 πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι ,
2.356 τίσασθαι δ’ Ἑλένης ὁρμήματά τε στοναχάς τε .
2.357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
2.358 ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης ,
2.359 ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ .
2.360 ἀλλὰ ἄναξ αὐτός τ’ εὖ μήδεο πείθεό τ’ ἄλλῳ ·
2.361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω ·
2.362 κρῖν’ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον ,
2.363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ , φῦλα δὲ φύλοις .
2.364 εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί ,
2.365 γνώσῃ ἔπειθ’ ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
2.366 ἠδ’ ὅς κ’ ἐσθλὸς ἔῃσι · κατὰ σφέας γὰρ μαχέονται .
2.367 γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ,
2.368 ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο .