2.246 Θερσῖτ’ ἀκριτόμυθε , λιγύς περ ἐὼν ἀγορητής ,
2.247 ἴσχεο , μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν ·
2.248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
2.249 ἔμμεναι , ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον .
2.250 τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις ,
2.251 καί σφιν ὀνείδεά τε προφέροις , νόστόν τε φυλάσσοις .
2.252 οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα ,
2.253 εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν .
2.254 τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
2.255 ἧσαι ὀνειδίζων , ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
2.256 ἥρωες Δαναοί · σὺ δὲ κερτομέων ἀγορεύεις .
2.257 ἀλλ’ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
2.258 εἴ κ’ ἔτι σ’ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε ,
2.259 μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη ,
2.260 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην ,
2.261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω ,
2.262 χλαῖνάν τ’ ἠδὲ χιτῶνα , τά τ’ αἰδῶ ἀμφικαλύπτει ,
2.263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
2.264 πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν .
2.265 ὣς ἄρ’ ἔφη , σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
2.266 πλῆξεν · δ’ ἰδνώθη , θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ ·
2.267 σμῶδιξ δ’ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
2.268 σκήπτρου ὕπο χρυσέου · δ’ ἄρ’ ἕζετο τάρβησέν τε ,
2.269 ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ .
2.270 οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν ·
2.271 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
2.272 πόποι δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
2.273 βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων ·
2.274 νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν ,