2.275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων .
2.276 οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
2.277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν .
2.278 ὣς φάσαν πληθύς · ἀνὰ δ’ πτολίπορθος Ὀδυσσεὺς
2.279 ἔστη σκῆπτρον ἔχων · παρὰ δὲ γλαυκῶπις Ἀθήνη
2.280 εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει ,
2.281 ὡς ἅμα θ’ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
2.282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν ·
2.283 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
2.284 Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
2.285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν ,
2.286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
2.287 ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο
2.288 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι .
2.289 ὥς τε γὰρ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
2.290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι .
2.291 μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι ·
2.292 καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
2.293 ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ , ὅν περ ἄελλαι
2.294 χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα ·
2.295 ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
2.296 ἐνθάδε μιμνόντεσσι · τὼ οὐ νεμεσίζομ’ Ἀχαιοὺς
2.297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν · ἀλλὰ καὶ ἔμπης
2.298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι .
2.299 τλῆτε φίλοι , καὶ μείνατ’ ἐπὶ χρόνον ὄφρα δαῶμεν
2.300 ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί .
2.301 εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν , ἐστὲ δὲ πάντες
2.302 μάρτυροι , οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι ·
2.303 χθιζά τε καὶ πρωΐζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
2.304 ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι ,
2.305 ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
2.306 ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
2.307 καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ ·