2.217 φολκὸς ἔην , χωλὸς δ’ ἕτερον πόδα · τὼ δέ οἱ ὤμω
2.218 κυρτὼ ἐπὶ στῆθος συνοχωκότε · αὐτὰρ ὕπερθε
2.219 φοξὸς ἔην κεφαλήν , ψεδνὴ δ’ ἐπενήνοθε λάχνη .
2.220 ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ ·
2.221 τὼ γὰρ νεικείεσκε · τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ
2.222 ὀξέα κεκλήγων λέγ’ ὀνείδεα · τῷ δ’ ἄρ’ Ἀχαιοὶ
2.223 ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ .
2.224 αὐτὰρ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ ·
2.225 Ἀτρεΐδη τέο δ’ αὖτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις ;
2.226 πλεῖαί τοι χαλκοῦ κλισίαι , πολλαὶ δὲ γυναῖκες
2.227 εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι , ἅς τοι Ἀχαιοὶ
2.228 πρωτίστῳ δίδομεν εὖτ’ ἂν πτολίεθρον ἕλωμεν .
2.229 ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι , ὅν κέ τις οἴσει
2.230 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα ,
2.231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἄλλος Ἀχαιῶν ,
2.232 ἠὲ γυναῖκα νέην , ἵνα μίσγεαι ἐν φιλότητι ,
2.233 ἥν τ’ αὐτὸς ἀπονόσφι κατίσχεαι ; οὐ μὲν ἔοικεν
2.234 ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν .
2.235 πέπονες κάκ’ ἐλέγχε’ Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοὶ
2.236 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα , τόνδε δ’ ἐῶμεν
2.237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν , ὄφρα ἴδηται
2.238 ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί ·
2.239 ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ ἀμείνονα φῶτα
2.240 ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας .
2.241 ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν , ἀλλὰ μεθήμων ·
2.242 γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο ·
2.243 ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν ,
2.244 Θερσίτης · τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς ,
2.245 καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ ·