2.188 ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
2.189 τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς ·
2.190 δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι ,
2.191 ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς ·
2.192 οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος ·
2.193 νῦν μὲν πειρᾶται , τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν .
2.194 ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε .
2.195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν ·
2.196 θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων ,
2.197 τιμὴ δ’ ἐκ Διός ἐστι , φιλεῖ δέ μητίετα Ζεύς .
2.198 ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι ,
2.199 τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ ·
2.200 δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε ,
2.201 οἳ σέο φέρτεροί εἰσι , σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις
2.202 οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ ·
2.203 οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί ·
2.204 οὐκ ἀγαθὸν πολυκοιρανίη · εἷς κοίρανος ἔστω ,
2.205 εἷς βασιλεύς , δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
2.206 σκῆπτρόν τ’ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσι .
2.207 ὣς γε κοιρανέων δίεπε στρατόν · οἳ δ’ ἀγορὴν δὲ
2.208 αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
2.209 ἠχῇ , ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
2.210 αἰγιαλῷ μεγάλῳ βρέμεται , σμαραγεῖ δέ τε πόντος .
2.211 ἄλλοι μέν ῥ’ ἕζοντο , ἐρήτυθεν δὲ καθ’ ἕδρας ·
2.212 Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα ,
2.213 ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
2.214 μάψ , ἀτὰρ οὐ κατὰ κόσμον , ἐριζέμεναι βασιλεῦσιν ,
2.215 ἀλλ’ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
2.216 ἔμμεναι · αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε ·