2.156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν ·
2.157 πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη ,
2.158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
2.159 Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης ,
2.160 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
2.161 Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
2.162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης ·
2.163 ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ·
2.164 σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον ,
2.165 μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας .
2.166 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη ,
2.167 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα ·
2.168 καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν .
2.169 εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
2.170 ἑσταότ’ · οὐδ’ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
2.171 ἅπτετ’ , ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν ·
2.172 ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
2.173 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ ,
2.174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
2.175 φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες ,
2.176 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
2.177 Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
2.178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης ;
2.179 ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν , μηδ’ ἔτ’ ἐρώει ,
2.180 σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον ,
2.181 μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας .
2.182 ὣς φάθ’ , δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης ,
2.183 βῆ δὲ θέειν , ἀπὸ δὲ χλαῖναν βάλε · τὴν δὲ κόμισσε
2.184 κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει ·
2.185 αὐτὸς δ’ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
2.186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί ·
2.187 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων .