2.124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω ,
2.125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν ,
2.126 ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί ,
2.127 Τρώων δ’ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν ,
2.128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο .
2.129 τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
2.130 Τρώων , οἳ ναίουσι κατὰ πτόλιν · ἀλλ’ ἐπίκουροι
2.131 πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν ,
2.132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ ἐθέλοντα
2.133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον .
2.134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί ,
2.135 καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται ·
2.136 αἳ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα
2.137 εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι · ἄμμι δὲ ἔργον
2.138 αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα .
2.139 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
2.140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·
2.141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν .
2.142 ὣς φάτο , τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
2.143 πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν ·
2.144 κινήθη δ’ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
2.145 πόντου Ἰκαρίοιο , τὰ μέν τ’ Εὖρός τε Νότος τε
2.146 ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων .
2.147 ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
2.148 λάβρος ἐπαιγίζων , ἐπί τ’ ἠμύει ἀσταχύεσσιν ,
2.149 ὣς τῶν πᾶσ’ ἀγορὴ κινήθη · τοὶ δ’ ἀλαλητῷ
2.150 νῆας ἔπ’ ἐσσεύοντο , ποδῶν δ’ ὑπένερθε κονίη
2.151 ἵστατ’ ἀειρομένη · τοὶ δ’ ἀλλήλοισι κέλευον
2.152 ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν ,
2.153 οὐρούς τ’ ἐξεκάθαιρον · ἀϋτὴ δ’ οὐρανὸν ἷκεν
2.154 οἴκαδε ἱεμένων · ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν .
2.155 ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη