2.92 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
2.93 ἰλαδὸν εἰς ἀγορήν · μετὰ δέ σφισιν ὄσσα δεδήει
2.94 ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος · οἳ δ’ ἀγέροντο .
2.95 τετρήχει δ’ ἀγορή , ὑπὸ δὲ στεναχίζετο γαῖα
2.96 λαῶν ἱζόντων , ὅμαδος δ’ ἦν · ἐννέα δέ σφεας
2.97 κήρυκες βοόωντες ἐρήτυον , εἴ ποτ’ ἀϋτῆς
2.98 σχοίατ’ , ἀκούσειαν δὲ διοτρεφέων βασιλήων .
2.99 σπουδῇ δ’ ἕζετο λαός , ἐρήτυθεν δὲ καθ’ ἕδρας
2.100 παυσάμενοι κλαγγῆς · ἀνὰ δὲ κρείων Ἀγαμέμνων
2.101 ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων .
2.102 Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι ,
2.103 αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ ·
2.104 Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ ,
2.105 αὐτὰρ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν ,
2.106 Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ ,
2.107 αὐτὰρ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι ,
2.108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν .
2.109 τῷ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα ·
2.110 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
2.111 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ ,
2.112 σχέτλιος , ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
2.113 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι ,
2.114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
2.115 δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν .
2.116 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι ,
2.117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
2.118 ἠδ’ ἔτι καὶ λύσει · τοῦ γὰρ κράτος ἐστὶ μέγιστον .
2.119 αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
2.120 μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
2.121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
2.122 ἀνδράσι παυροτέροισι , τέλος δ’ οὔ πώ τι πέφανται ·
2.123 εἴ περ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε