2.62 λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε ·
2.63 νῦν δ’ ἐμέθεν ξύνες ὦκα · Διὸς δέ τοι ἄγγελός εἰμι ,
2.64 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει ·
2.65 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
2.66 πανσυδίῃ · νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
2.67 Τρώων · οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
2.68 ἀθάνατοι φράζονται · ἐπέγναμψεν γὰρ ἅπαντας
2.69 Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε’ ἐφῆπται
2.70 ἐκ Διός · ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν · ὣς μὲν εἰπὼν
2.71 ᾤχετ’ ἀποπτάμενος , ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν .
2.72 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν ·
2.73 πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι , θέμις ἐστί ,
2.74 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω ·
2.75 ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν .
2.76 ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο , τοῖσι δ’ ἀνέστη
2.77 Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος ,
2.78 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
2.79 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
2.80 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
2.81 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον ·
2.82 νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι ·
2.83 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν .
2.84 ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι ,
2.85 οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
2.86 σκηπτοῦχοι βασιλῆες · ἐπεσσεύοντο δὲ λαοί .
2.87 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
2.88 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων ,
2.89 βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν ·
2.90 αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται , αἳ δέ τε ἔνθα ·
2.91 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων