2.32 Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε’ ἐφῆπται
2.33 ἐκ Διός · ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί , μηδέ σε λήθη
2.34 αἱρείτω εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ .
2.35 ὣς ἄρα φωνήσας ἀπεβήσετο , τὸν δὲ λίπ’ αὐτοῦ
2.36 τὰ φρονέοντ’ ἀνὰ θυμὸν ῥ’ οὐ τελέεσθαι ἔμελλον ·
2.37 φῆ γὰρ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
2.38 νήπιος , οὐδὲ τὰ ᾔδη ῥα Ζεὺς μήδετο ἔργα ·
2.39 θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε
2.40 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας .
2.41 ἔγρετο δ’ ἐξ ὕπνου , θείη δέ μιν ἀμφέχυτ’ ὀμφή ·
2.42 ἕζετο δ’ ὀρθωθείς , μαλακὸν δ’ ἔνδυνε χιτῶνα
2.43 καλὸν νηγάτεον , περὶ δὲ μέγα βάλλετο φᾶρος ·
2.44 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ,
2.45 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον ·
2.46 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
2.47 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων ·
2.48 ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
2.49 Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν ·
2.50 αὐτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.51 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς ·
2.52 οἳ μὲν ἐκήρυσσον , τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα ·
2.53 βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
2.54 Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος ·
2.55 τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν ·
2.56 κλῦτε φίλοι · θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
2.57 ἀμβροσίην διὰ νύκτα · μάλιστα δὲ Νέστορι δίῳ
2.58 εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐῴκει ·
2.59 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν ·
2.60 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο ·
2.61 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ,