2.1 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
2.2 εὗδον παννύχιοι , Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος ,
2.3 ἀλλ’ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
2.4 τιμήσῃ , ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν .
2.5 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή ,
2.6 πέμψαι ἐπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον ·
2.7 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
2.8 βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ·
2.9 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
2.10 πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω ·
2.11 θωρῆξαί κέλευε κάρη κομόωντας Ἀχαιοὺς
2.12 πανσυδίῃ · νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
2.13 Τρώων · οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
2.14 ἀθάνατοι φράζονται · ἐπέγναμψεν γὰρ ἅπαντας
2.15 Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε’ ἐφῆπται .
2.16 ὣς φάτο , βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε ·
2.17 καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ,
2.18 βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα · τὸν δὲ κίχανεν
2.19 εὕδοντ’ ἐν κλισίῃ , περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος .
2.20 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
2.21 Νέστορι , τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων ·
2.22 τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος ·
2.23 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο ·
2.24 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
2.25 λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε ·
2.26 νῦν δ’ ἐμέθεν ξύνες ὦκα · Διὸς δέ τοι ἄγγελός εἰμι ,
2.27 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει .
2.28 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
2.29 πανσυδίῃ · νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
2.30 Τρώων · οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
2.31 ἀθάνατοι φράζονται · ἐπέγναμψεν γὰρ ἅπαντας