1.522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
1.523 Ἥρη · ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω ·
1.524 εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς ·
1.525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον
1.526 τέκμωρ · οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
1.527 οὐδ’ ἀτελεύτητον τί κεν κεφαλῇ κατανεύσω .
1.528 καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων ·
1.529 ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
1.530 κρατὸς ἀπ’ ἀθανάτοιο · μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον .
1.531 τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν · μὲν ἔπειτα
1.532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου ,
1.533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα · θεοὶ δ’ ἅμα πάντες ἀνέσταν
1.534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον · οὐδέ τις ἔτλη
1.535 μεῖναι ἐπερχόμενον , ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες .
1.536 ὣς μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου · οὐδέ μιν Ἥρη
1.537 ἠγνοίησεν ἰδοῦσ’ ὅτι οἱ συμφράσσατο βουλὰς
1.538 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος .
1.539 αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα ·
1.540 τίς δ’ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς ;
1.541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
1.542 κρυπτάδια φρονέοντα δικαζέμεν · οὐδέ τί πώ μοι
1.543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς .
1.544 τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε ·
1.545 Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
1.546 εἰδήσειν · χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ ·
1.547 ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
1.548 οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ ἀνθρώπων ·
1.549 ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
1.550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα .
1.551 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·