1.494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
1.495 πάντες ἅμα , Ζεὺς δ’ ἦρχε · Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων
1.496 παιδὸς ἑοῦ , ἀλλ’ γ’ ἀνεδύσετο κῦμα θαλάσσης .
1.497 ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε .
1.498 εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
1.499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·
1.500 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο , καὶ λάβε γούνων
1.501 σκαιῇ , δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα
1.502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα ·
1.503 Ζεῦ πάτερ εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα
1.504 ἔπει ἔργῳ , τόδε μοι κρήηνον ἐέλδωρ ·
1.505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
1.506 ἔπλετ’ · ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
1.507 ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας .
1.508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ ·
1.509 τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ
1.510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ τιμῇ .
1.511 ὣς φάτο · τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς ,
1.512 ἀλλ’ ἀκέων δὴν ἧστο · Θέτις δ’ ὡς ἥψατο γούνων
1.513 ὣς ἔχετ’ ἐμπεφυυῖα , καὶ εἴρετο δεύτερον αὖτις ·
1.514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
1.515 ἀπόειπ’ , ἐπεὶ οὔ τοι ἔπι δέος , ὄφρ’ ἐῢ εἰδέω
1.516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι .
1.517 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
1.518 δὴ λοίγια ἔργ’ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις
1.519 Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν ·
1.520 δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
1.521 νεικεῖ , καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν .