1.552 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες ;
1.553 καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ ,
1.554 ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσσ’ ἐθέλῃσθα .
1.555 νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
1.556 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος ·
1.557 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων ·
1.558 τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
1.559 τιμήσῃς , ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν .
1.560 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
1.561 δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω ·
1.562 πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι , ἀλλ’ ἀπὸ θυμοῦ
1.563 μᾶλλον ἐμοὶ ἔσεαι · τὸ δέ τοι καὶ ῥίγιον ἔσται .
1.564 εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι ·
1.565 ἀλλ’ ἀκέουσα κάθησο , ἐμῷ δ’ ἐπιπείθεο μύθῳ ,
1.566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
1.567 ἆσσον ἰόνθ’ , ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω .
1.568 ὣς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη ,
1.569 καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ ·
1.570 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες ·
1.571 τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν
1.572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ ·
1.573 δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά ,
1.574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε ,
1.575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον · οὐδέ τι δαιτὸς
1.576 ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ .
1.577 μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
1.578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί , ὄφρα μὴ αὖτε
1.579 νεικείῃσι πατήρ , σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ .
1.580 εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς