1.464 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο ,
1.465 μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν ,
1.466 ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα .
1.467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
1.468 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης .
1.469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
1.470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο ,
1.471 νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν ·
1.472 οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
1.473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
1.474 μέλποντες ἑκάεργον · δὲ φρένα τέρπετ’ ἀκούων .
1.475 ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε ,
1.476 δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός ·
1.477 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
1.478 καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν ·
1.479 τοῖσιν δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων ·
1.480 οἳ δ’ ἱστὸν στήσαντ’ ἀνά θ’ ἱστία λευκὰ πέτασσαν ,
1.481 ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον , ἀμφὶ δὲ κῦμα
1.482 στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης ·
1.483 δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον .
1.484 αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ,
1.485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν
1.486 ὑψοῦ ἐπὶ ψαμάθοις , ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν ·
1.487 αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε .
1.488 αὐτὰρ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
1.489 διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς ·
1.490 οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
1.491 οὔτέ ποτ’ ἐς πόλεμον , ἀλλὰ φθινύθεσκε φίλον κῆρ
1.492 αὖθι μένων , ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε .
1.493 ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς ,