1.435 καρπαλίμως , τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς .
1.436 ἐκ δ’ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσι’ ἔδησαν ·
1.437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης ,
1.438 ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι ·
1.439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο .
1.440 τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
1.441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν ·
1.442 Χρύση , πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
1.443 παῖδά τε σοὶ ἀγέμεν , Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην
1.444 ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ’ ἱλασόμεσθα ἄνακτα ,
1.445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ ἐφῆκεν .
1.446 ὣς εἰπὼν ἐν χερσὶ τίθει , δὲ δέξατο χαίρων
1.447 παῖδα φίλην · τοὶ δ’ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
1.448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν ,
1.449 χερνίψαντο δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο .
1.450 τοῖσιν δὲ Χρύσης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών ·
1.451 κλῦθί μευ ἀργυρότοξ’ , ὃς Χρύσην ἀμφιβέβηκας
1.452 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις ·
1.453 μὲν δή ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο ,
1.454 τίμησας μὲν ἐμέ , μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν ·
1.455 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ ·
1.456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον .
1.457 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .
1.458 αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο ,
1.459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν ,
1.460 μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
1.461 δίπτυχα ποιήσαντες , ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν ·
1.462 καῖε δ’ ἐπὶ σχίζῃς γέρων , ἐπὶ δ’ αἴθοπα οἶνον
1.463 λεῖβε · νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν .