1.406 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν .
1.407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
1.408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι ,
1.409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς
1.410 κτεινομένους , ἵνα πάντες ἐπαύρωνται βασιλῆος ,
1.411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
1.412 ἣν ἄτην τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν .
1.413 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ·
1.414 μοι τέκνον ἐμόν , τί νύ σ’ ἔτρεφον αἰνὰ τεκοῦσα ;
1.415 αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
1.416 ἧσθαι , ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν ·
1.417 νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
1.418 ἔπλεο · τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι .
1.419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
1.420 εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται .
1.421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
1.422 μήνι’ Ἀχαιοῖσιν , πολέμου δ’ ἀποπαύεο πάμπαν ·
1.423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας
1.424 χθιζὸς ἔβη κατὰ δαῖτα , θεοὶ δ’ ἅμα πάντες ἕποντο ·
1.425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ ,
1.426 καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ ,
1.427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω .
1.428 ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο , τὸν δὲ λίπ’ αὐτοῦ
1.429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
1.430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων · αὐτὰρ Ὀδυσσεὺς
1.431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην .
1.432 οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
1.433 ἱστία μὲν στείλαντο , θέσαν δ’ ἐν νηῒ μελαίνῃ ,
1.434 ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες