1.232 γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο .
1.233 ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·
1.234 ναὶ μὰ τόδε σκῆπτρον , τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
1.235 φύσει , ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν ,
1.236 οὐδ’ ἀναθηλήσει · περὶ γάρ ῥά χαλκὸς ἔλεψε
1.237 φύλλά τε καὶ φλοιόν · νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
1.238 ἐν παλάμῃς φορέουσι δικασπόλοι , οἵ τε θέμιστας
1.239 πρὸς Διὸς εἰρύαται · δέ τοι μέγας ἔσσεται ὅρκος ·
1.240 ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
1.241 σύμπαντας · τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ
1.242 χραισμεῖν , εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
1.243 θνήσκοντες πίπτωσι · σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις
1.244 χωόμενος τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας .
1.245 ὣς φάτο Πηλεΐδης , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
1.246 χρυσείοις ἥλοισι πεπαρμένον , ἕζετο δ’ αὐτός ·
1.247 Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε · τοῖσι δὲ Νέστωρ
1.248 ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής ,
1.249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή ·
1.250 τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
1.251 ἐφθίαθ’ , οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο
1.252 ἐν Πύλῳ ἠγαθέῃ , μετὰ δὲ τριτάτοισιν ἄνασσεν ·
1.253 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
1.254 πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει ·
1.255 κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
1.256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
1.257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν ,
1.258 οἳ περὶ μὲν βουλὴν Δαναῶν , περὶ δ’ ἐστὲ μάχεσθαι .
1.259 ἀλλὰ πίθεσθ’ · ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο ·