1.260 ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
1.261 ἀνδράσιν ὡμίλησα , καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον .
1.262 οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι ,
1.263 οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
1.264 Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
1.265 Θησέα τ’ Αἰγεΐδην , ἐπιείκελον ἀθανάτοισιν ·
1.266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν ·
1.267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
1.268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν .
1.269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
1.270 τηλόθεν ἐξ ἀπίης γαίης · καλέσαντο γὰρ αὐτοί ·
1.271 καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ · κείνοισι δ’ ἂν οὔ τις
1.272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο ·
1.273 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ ·
1.274 ἀλλὰ πίθεσθε καὶ ὔμμες , ἐπεὶ πείθεσθαι ἄμεινον ·
1.275 μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην ,
1.276 ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν ·
1.277 μήτε σὺ Πηλείδη ἔθελ’ ἐριζέμεναι βασιλῆϊ
1.278 ἀντιβίην , ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς
1.279 σκηπτοῦχος βασιλεύς , τε Ζεὺς κῦδος ἔδωκεν .
1.280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ ,
1.281 ἀλλ’ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει .
1.282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος · αὐτὰρ ἔγωγε
1.283 λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον , ὃς μέγα πᾶσιν
1.284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο .
1.285 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
1.286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·
1.287 ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων ,
1.288 πάντων μὲν κρατέειν ἐθέλει , πάντεσσι δ’ ἀνάσσειν ,