1.204 ἀλλ’ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τελέεσθαι ὀΐω ·
1.205 ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ .
1.206 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
1.207 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος , αἴ κε πίθηαι ,
1.208 οὐρανόθεν · πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη
1.209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε ·
1.210 ἀλλ’ ἄγε λῆγ’ ἔριδος , μηδὲ ξίφος ἕλκεο χειρί ·
1.211 ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ ·
1.212 ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
1.213 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
1.214 ὕβριος εἵνεκα τῆσδε · σὺ δ’ ἴσχεο , πείθεο δ’ ἡμῖν .
1.215 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.216 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
1.217 καὶ μάλα περ θυμῷ κεχολωμένον · ὧς γὰρ ἄμεινον ·
1.218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ .
1.219 καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν ,
1.220 ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος , οὐδ’ ἀπίθησε
1.221 μύθῳ Ἀθηναίης · δ’ Οὔλυμπον δὲ βεβήκει
1.222 δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους .
1.223 Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
1.224 Ἀτρεΐδην προσέειπε , καὶ οὔ πω λῆγε χόλοιο ·
1.225 οἰνοβαρές , κυνὸς ὄμματ’ ἔχων , κραδίην δ’ ἐλάφοιο ,
1.226 οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
1.227 οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
1.228 τέτληκας θυμῷ · τὸ δέ τοι κὴρ εἴδεται εἶναι .
1.229 πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
1.230 δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ ·
1.231 δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ·