1.176 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων ·
1.177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε ·
1.178 εἰ μάλα καρτερός ἐσσι , θεός που σοὶ τό γ’ ἔδωκεν ·
1.179 οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
1.180 Μυρμιδόνεσσιν ἄνασσε , σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω ,
1.181 οὐδ’ ὄθομαι κοτέοντος · ἀπειλήσω δέ τοι ὧδε ·
1.182 ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων ,
1.183 τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
1.184 πέμψω , ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον
1.185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ ἐῢ εἰδῇς
1.186 ὅσσον φέρτερός εἰμι σέθεν , στυγέῃ δὲ καὶ ἄλλος
1.187 ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην .
1.188 ὣς φάτο · Πηλεΐωνι δ’ ἄχος γένετ’ , ἐν δέ οἱ ἦτορ
1.189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν ,
1.190 γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
1.191 τοὺς μὲν ἀναστήσειεν , δ’ Ἀτρεΐδην ἐναρίζοι ,
1.192 ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν .
1.193 ἧος ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
1.194 ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος , ἦλθε δ’ Ἀθήνη
1.195 οὐρανόθεν · πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
1.196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε ·
1.197 στῆ δ’ ὄπιθεν , ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
1.198 οἴῳ φαινομένη · τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο ·
1.199 θάμβησεν δ’ Ἀχιλεύς , μετὰ δ’ ἐτράπετ’ , αὐτίκα δ’ ἔγνω
1.200 Παλλάδ’ Ἀθηναίην · δεινὼ δέ οἱ ὄσσε φάανθεν ·
1.201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
1.202 τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας ;
1.203 ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ;