1.147 ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας .
1.148 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.149 μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
1.150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
1.151 ὁδὸν ἐλθέμεναι ἀνδράσιν ἶφι μάχεσθαι ;
1.152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων
1.153 δεῦρο μαχησόμενος , ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν ·
1.154 οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους ,
1.155 οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
1.156 καρπὸν ἐδηλήσαντ’ , ἐπεὶ μάλα πολλὰ μεταξὺ
1.157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα ·
1.158 ἀλλὰ σοὶ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ ὄφρα σὺ χαίρῃς ,
1.159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
1.160 πρὸς Τρώων · τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις ·
1.161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς ,
1.162 ἔπι πολλὰ μόγησα , δόσαν δέ μοι υἷες Ἀχαιῶν .
1.163 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’ Ἀχαιοὶ
1.164 Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον ·
1.165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
1.166 χεῖρες ἐμαὶ διέπουσ’ · ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται ,
1.167 σοὶ τὸ γέρας πολὺ μεῖζον , ἐγὼ δ’ ὀλίγον τε φίλον τε
1.168 ἔρχομ’ ἔχων ἐπὶ νῆας , ἐπεί κε κάμω πολεμίζων .
1.169 νῦν δ’ εἶμι Φθίην δ’ , ἐπεὶ πολὺ φέρτερόν ἐστιν
1.170 οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν , οὐδέ σ’ ὀΐω
1.171 ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν .
1.172 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
1.173 φεῦγε μάλ’ εἴ τοι θυμὸς ἐπέσσυται , οὐδέ σ’ ἔγωγε
1.174 λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν · πάρ’ ἔμοιγε καὶ ἄλλοι
1.175 οἵ κέ με τιμήσουσι , μάλιστα δὲ μητίετα Ζεύς .