1.118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ ὄφρα μὴ οἶος
1.119 Ἀργείων ἀγέραστος ἔω , ἐπεὶ οὐδὲ ἔοικε ·
1.120 λεύσσετε γὰρ τό γε πάντες μοι γέρας ἔρχεται ἄλλῃ .
1.121 τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·
1.122 Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων ,
1.123 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί ;
1.124 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά ·
1.125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν , τὰ δέδασται ,
1.126 λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν .
1.127 ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες · αὐτὰρ Ἀχαιοὶ
1.128 τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν , αἴ κέ ποθι Ζεὺς
1.129 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι .
1.130 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
1.131 μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ
1.132 κλέπτε νόῳ , ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις .
1.133 ἐθέλεις ὄφρ’ αὐτὸς ἔχῃς γέρας , αὐτὰρ ἔμ’ αὔτως
1.134 ἧσθαι δευόμενον , κέλεαι δέ με τήνδ’ ἀποδοῦναι ;
1.135 ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
1.136 ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται ·
1.137 εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
1.138 τεὸν Αἴαντος ἰὼν γέρας , Ὀδυσῆος
1.139 ἄξω ἑλών · δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι .
1.140 ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις ,
1.141 νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν ,
1.142 ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν , ἐς δ’ ἑκατόμβην
1.143 θείομεν , ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
1.144 βήσομεν · εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω ,
1.145 Αἴας Ἰδομενεὺς δῖος Ὀδυσσεὺς
1.146 ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν ,