1.89 σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
1.90 συμπάντων Δαναῶν , οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς ,
1.91 ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι .
1.92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων ·
1.93 οὔ τ’ ἄρ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης ,
1.94 ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμησ’ Ἀγαμέμνων ,
1.95 οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα ,
1.96 τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει ·
1.97 οὐδ’ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
1.98 πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
1.99 ἀπριάτην ἀνάποινον , ἄγειν θ’ ἱερὴν ἑκατόμβην
1.100 ἐς Χρύσην · τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν .
1.101 ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο · τοῖσι δ’ ἀνέστη
1.102 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
1.103 ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
1.104 πίμπλαντ’ , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην ·
1.105 Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε ·
1.106 μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας ·
1.107 αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι ,
1.108 ἐσθλὸν δ’ οὔτέ τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας ·
1.109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
1.110 ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει ,
1.111 οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποινα
1.112 οὐκ ἔθελον δέξασθαι , ἐπεὶ πολὺ βούλομαι αὐτὴν
1.113 οἴκοι ἔχειν · καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
1.114 κουριδίης ἀλόχου , ἐπεὶ οὔ ἑθέν ἐστι χερείων ,
1.115 οὐ δέμας οὐδὲ φυήν , οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα .
1.116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ ἄμεινον ·
1.117 βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἀπολέσθαι ·