1.61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς ·
1.62 ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἱερῆα
1.63 καὶ ὀνειροπόλον , καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν ,
1.64 ὅς κ’ εἴποι τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων ,
1.65 εἴτ’ ἄρ’ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης ,
1.66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
1.67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι .
1.68 ἤτοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο · τοῖσι δ’ ἀνέστη
1.69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος ,
1.70 ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα ,
1.71 καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω
1.72 ἣν διὰ μαντοσύνην , τήν οἱ πόρε Φοῖβος Ἀπόλλων ·
1.73 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
1.74 Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
1.75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος ·
1.76 τοὶ γὰρ ἐγὼν ἐρέω · σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
1.77 μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν ·
1.78 γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν , ὃς μέγα πάντων
1.79 Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί ·
1.80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ ·
1.81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ ,
1.82 ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον , ὄφρα τελέσσῃ ,
1.83 ἐν στήθεσσιν ἑοῖσι · σὺ δὲ φράσαι εἴ με σαώσεις .
1.84 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.85 θαρσήσας μάλα εἰπὲ θεοπρόπιον τι οἶσθα ·
1.86 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον , τε σὺ Κάλχαν
1.87 εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις ,
1.88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο