1.32 ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι .
1.33 ὣς ἔφατ’ , ἔδεισεν δ’ γέρων καὶ ἐπείθετο μύθῳ ·
1.34 βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης ·
1.35 πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ γεραιὸς
1.36 Ἀπόλλωνι ἄνακτι , τὸν ἠΰκομος τέκε Λητώ ·
1.37 κλῦθί μευ ἀργυρότοξ’ , ὃς Χρύσην ἀμφιβέβηκας
1.38 Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις ,
1.39 Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα ,
1.40 εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
1.41 ταύρων ἠδ’ αἰγῶν , τὸ δέ μοι κρήηνον ἐέλδωρ ·
1.42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν .
1.43 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων ,
1.44 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ ,
1.45 τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην ·
1.46 ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο ,
1.47 αὐτοῦ κινηθέντος · δ’ ἤϊε νυκτὶ ἐοικώς .
1.48 ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν , μετὰ δ’ ἰὸν ἕηκε ·
1.49 δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο ·
1.50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς ,
1.51 αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
1.52 βάλλ’ · αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί .
1.53 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο ,
1.54 τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς ·
1.55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη ·
1.56 κήδετο γὰρ Δαναῶν , ὅτι ῥα θνήσκοντας ὁρᾶτο .
1.57 οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο ,
1.58 τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.59 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
1.60 ἂψ ἀπονοστήσειν , εἴ κεν θάνατόν γε φύγοιμεν ,