1.1 μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
1.2 οὐλομένην , μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε ,
1.3 πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
1.4 ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
1.5 οἰωνοῖσί τε πᾶσι , Διὸς δ’ ἐτελείετο βουλή ,
1.6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
1.7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς .
1.8 τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
1.9 Λητοῦς καὶ Διὸς υἱός · γὰρ βασιλῆϊ χολωθεὶς
1.10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί ,
1.11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
1.12 Ἀτρεΐδης · γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
1.13 λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα ,
1.14 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
1.15 χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
1.16 Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν ·
1.17 Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ,
1.18 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες
1.19 ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ’ οἴκαδ’ ἱκέσθαι ·
1.20 παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην , τὰ δ’ ἄποινα δέχεσθαι ,
1.21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα .
1.22 ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
1.23 αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·
1.24 ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ ,
1.25 ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε ·
1.26 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
1.27 νῦν δηθύνοντ’ ὕστερον αὖτις ἰόντα ,
1.28 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο ·
1.29 τὴν δ’ ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν
1.30 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
1.31 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν ·