24.751
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
24.752
πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο ,
24.753
ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν ·
24.754
σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ ,
24.755
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο
24.756
Πατρόκλου , τὸν ἔπεφνες · ἀνέστησεν δέ μιν οὐδ’ ὧς .
24.757
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
24.758
κεῖσαι , τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων
24.759
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν .
24.760
ὣς ἔφατο κλαίουσα , γόον δ’ ἀλίαστον ὄρινε .
24.761
τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο ·
24.762
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων ,
24.763
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής ,
24.764
ὅς μ’ ἄγαγε Τροίηνδ’ · ὡς πρὶν ὤφελλον ὀλέσθαι .
24.765
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
24.766
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης ·
24.767
ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον ·
24.768
ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
24.769
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων ,
24.770
ἢ ἑκυρή , ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί ,
24.771
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
24.772
σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι .
24.773
τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ ·
24.774
οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
24.775
ἤπιος οὐδὲ φίλος , πάντες δέ με πεφρίκασιν .
24.776
ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων .
24.777
λαοῖσιν δ’ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν ·
24.778
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ , μὴ δέ τι θυμῷ
24.779
δείσητ’ Ἀργείων πυκινὸν λόχον · ἦ γὰρ Ἀχιλλεὺς