24.780
πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
24.781
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς .
24.782
ὣς ἔφαθ’ , οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
24.783
ζεύγνυσαν , αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο .
24.784
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην ·
24.785
ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς ,
24.786
καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες ,
24.787
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν , ἐν δ’ ἔβαλον πῦρ .
24.788
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
24.789
τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός .
24.790
αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο
24.791
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
24.792
πᾶσαν , ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα
24.793
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε
24.794
μυρόμενοι , θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν .
24.795
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
24.796
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν .
24.797
αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν , αὐτὰρ ὕπερθε
24.798
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι ·
24.799
ῥίμφα δὲ σῆμ’ ἔχεαν , περὶ δὲ σκοποὶ ἥατο πάντῃ ,
24.800
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί .
24.801
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον · αὐτὰρ ἔπειτα
24.802
εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα
24.803
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος .
24.804
ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο .