24.724
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα ·
24.725
ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο , κὰδ δέ με χήρην
24.726
λείπεις ἐν μεγάροισι · πάϊς δ’ ἔτι νήπιος αὔτως
24.727
ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι , οὐδέ μιν οἴω
24.728
ἥβην ἵξεσθαι · πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
24.729
πέρσεται · ἦ γὰρ ὄλωλας ἐπίσκοπος , ὅς τέ μιν αὐτὴν
24.730
ῥύσκευ , ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα ,
24.731
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι ,
24.732
καὶ μὲν ἐγὼ μετὰ τῇσι · σὺ δ’ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
24.733
ἕψεαι , ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
24.734
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου , ἤ τις Ἀχαιῶν
24.735
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
24.736
χωόμενος , ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
24.737
ἢ πατέρ’ ἠὲ καὶ υἱόν , ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
24.738
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας .
24.739
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ ·
24.740
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ ,
24.741
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
24.742
Ἕκτορ · ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά .
24.743
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας ,
24.744
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος , οὗ τέ κεν αἰεὶ
24.745
μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα .
24.746
ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δὲ στενάχοντο γυναῖκες .
24.747
τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο ·
24.748
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων ,
24.749
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν ·
24.750
οἳ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ .