24.694
Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον ,
24.695
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν ,
24.696
οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
24.697
ἵππους , ἡμίονοι δὲ νέκυν φέρον . οὐδέ τις ἄλλος
24.698
ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν ,
24.699
ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
24.700
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν
24.701
ἑσταότ’ ἐν δίφρῳ , κήρυκά τε ἀστυβοώτην ·
24.702
τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι ·
24.703
κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ ·
24.704
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ ἰόντες ,
24.705
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
24.706
χαίρετ’ , ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ .
24.707
ὣς ἔφατ’ , οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ
24.708
οὐδὲ γυνή · πάντας γὰρ ἀάσχετον ἵκετο πένθος ·
24.709
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι .
24.710
πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
24.711
τιλλέσθην ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
24.712
ἁπτόμεναι κεφαλῆς · κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος .
24.713
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
24.714
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων ,
24.715
εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα ·
24.716
εἴξατέ μοι οὐρεῦσι διελθέμεν · αὐτὰρ ἔπειτα
24.717
ἄσεσθε κλαυθμοῖο , ἐπὴν ἀγάγωμι δόμον δέ .
24.718
ὣς ἔφαθ’ , οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ .
24.719
οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
24.720
τρητοῖς ἐν λεχέεσσι θέσαν , παρὰ δ’ εἷσαν ἀοιδοὺς
24.721
θρήνων ἐξάρχους , οἵ τε στονόεσσαν ἀοιδὴν
24.722
οἳ μὲν ἄρ’ ἐθρήνεον , ἐπὶ δὲ στενάχοντο γυναῖκες .
24.723
τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο