24.665
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός ,
24.666
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν ,
24.667
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη .
24.668
τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
24.669
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις ·
24.670
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας .
24.671
ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
24.672
ἔλλαβε δεξιτερήν , μή πως δείσει’ ἐνὶ θυμῷ .
24.673
οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
24.674
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες ,
24.675
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου ·
24.676
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος .
24.677
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
24.678
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ ·
24.679
ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
24.680
ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
24.681
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς .
24.682
στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
24.683
ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν , οἷον ἔθ’ εὕδεις
24.684
ἀνδράσιν ἐν δηΐοισιν , ἐπεί σ’ εἴασεν Ἀχιλλεύς .
24.685
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο , πολλὰ δ’ ἔδωκας ·
24.686
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
24.687
παῖδες τοὶ μετόπισθε λελειμμένοι , αἴ κ’ Ἀγαμέμνων
24.688
γνώῃ σ’ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί .
24.689
ὣς ἔφατ’ , ἔδεισεν δ’ ὃ γέρων , κήρυκα δ’ ἀνίστη .
24.690
τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε ,
24.691
ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν , οὐδέ τις ἔγνω .
24.692
ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
24.693
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς ,