24.635
λέξον νῦν με τάχιστα διοτρεφές , ὄφρα καὶ ἤδη
24.636
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες ·
24.637
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
24.638
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν ,
24.639
ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
24.640
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον .
24.641
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
24.642
λαυκανίης καθέηκα · πάρος γε μὲν οὔ τι πεπάσμην .
24.643
ἦ ῥ’ , Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
24.644
δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
24.645
πορφύρε’ ἐμβαλέειν , στορέσαι τ’ ἐφύπερθε τάπητας ,
24.646
χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι .
24.647
αἳ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι ,
24.648
αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι .
24.649
τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
24.650
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε , μή τις Ἀχαιῶν
24.651
ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος , οἵ τέ μοι αἰεὶ
24.652
βουλὰς βουλεύουσι παρήμενοι , ἣ θέμις ἐστί ·
24.653
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν ,
24.654
αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν ,
24.655
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται .
24.656
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
24.657
ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον ,
24.658
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω .
24.659
τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.660
εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ ,
24.661
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης .
24.662
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα , τηλόθι δ’ ὕλη
24.663
ἀξέμεν ἐξ ὄρεος , μάλα δὲ Τρῶες δεδίασιν .
24.664
ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν ,