24.502 ἄποινα .
24.503 ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ , αὐτόν τ’ ἐλέησον
24.504 μνησάμενος σοῦ πατρός · ἐγὼ δ’ ἐλεεινότερός περ ,
24.505 ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος ,
24.506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι .
24.507 ὣς φάτο , τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο ·
24.508 ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα .
24.509 τὼ δὲ μνησαμένω μὲν Ἕκτορος ἀνδροφόνοιο
24.510 κλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς ,
24.511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’ , ἄλλοτε δ’ αὖτε
24.512 Πάτροκλον · τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει .
24.513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς ,
24.514 καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων ,
24.515 αὐτίκ’ ἀπὸ θρόνου ὦρτο , γέροντα δὲ χειρὸς ἀνίστη
24.516 οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον ,
24.517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.518 δείλ’ , δὴ πολλὰ κάκ’ ἄνσχεο σὸν κατὰ θυμόν .
24.519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
24.520 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
24.521 υἱέας ἐξενάριξα ; σιδήρειόν νύ τοι ἦτορ .
24.522 ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπὶ θρόνου , ἄλγεα δ’ ἔμπης
24.523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ ·
24.524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο ·
24.525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
24.526 ζώειν ἀχνυμένοις · αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί .
24.527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
24.528 δώρων οἷα δίδωσι κακῶν , ἕτερος δὲ ἑάων ·
24.529 μέν κ’ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος ,
24.530 ἄλλοτε μέν τε κακῷ γε κύρεται , ἄλλοτε δ’ ἐσθλῷ ·
24.531 δέ κε τῶν λυγρῶν