24.473 δὲ δύ’ οἴω
24.474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
24.475 ποίπνυον παρεόντε · νέον δ’ ἀπέληγεν ἐδωδῆς
24.476 ἔσθων καὶ πίνων · ἔτι καὶ παρέκειτο τράπεζα .
24.477 τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας , ἄγχι δ’ ἄρα στὰς
24.478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
24.479 δεινὰς ἀνδροφόνους , αἵ οἱ πολέας κτάνον υἷας .
24.480 ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ , ὅς τ’ ἐνὶ πάτρῃ
24.481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
24.482 ἀνδρὸς ἐς ἀφνειοῦ , θάμβος δ’ ἔχει εἰσορόωντας ,
24.483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα ·
24.484 θάμβησαν δὲ καὶ ἄλλοι , ἐς ἀλλήλους δὲ ἴδοντο .
24.485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε ·
24.486 μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ ,
24.487 τηλίκου ὥς περ ἐγών , ὀλοῷ ἐπὶ γήραος οὐδῷ ·
24.488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
24.489 τείρουσ’ , οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι .
24.490 ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
24.491 χαίρει τ’ ἐν θυμῷ , ἐπί τ’ ἔλπεται ἤματα πάντα
24.492 ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα ·
24.493 αὐτὰρ ἐγὼ πανάποτμος , ἐπεὶ τέκον υἷας ἀρίστους
24.494 Τροίῃ ἐν εὐρείῃ , τῶν δ’ οὔ τινά φημι λελεῖφθαι .
24.495 πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν ·
24.496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν ,
24.497 τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες .
24.498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν ·
24.499 ὃς δέ μοι οἶος ἔην , εἴρυτο δὲ ἄστυ καὶ αὐτούς ,
24.500 τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
24.501 Ἕκτορα · τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν
24.502 λυσόμενος παρὰ σεῖο , φέρω δ’ ἀπερείσι’