24.531 δώῃ , λωβητὸν ἔθηκε ,
24.532 καί κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει ,
24.533 φοιτᾷ δ’ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν .
24.534 ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
24.535 ἐκ γενετῆς · πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο
24.536 ὄλβῳ τε πλούτῳ τε , ἄνασσε δὲ Μυρμιδόνεσσι ,
24.537 καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν .
24.538 ἀλλ’ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν , ὅττί οἱ οὔ τι
24.539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων ,
24.540 ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον · οὐδέ νυ τόν γε
24.541 γηράσκοντα κομίζω , ἐπεὶ μάλα τηλόθι πάτρης
24.542 ἧμαι ἐνὶ Τροίῃ , σέ τε κήδων ἠδὲ σὰ τέκνα .
24.543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι ·
24.544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
24.545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων ,
24.546 τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι .
24.547 αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες
24.548 αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε .
24.549 ἄνσχεο , μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν ·
24.550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος ,
24.551 οὐδέ μιν ἀνστήσεις , πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα .
24.552 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής ·
24.553 μή πω μ’ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
24.554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής , ἀλλὰ τάχιστα
24.555 λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω · σὺ δὲ δέξαι ἄποινα
24.556 πολλά , τά τοι φέρομεν · σὺ δὲ τῶνδ’ ἀπόναιο , καὶ ἔλθοις
24.557 σὴν ἐς πατρίδα γαῖαν , ἐπεί με πρῶτον ἔασας
24.558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο .
24.559 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη