23.798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
23.799 θῆκ’ ἐς ἀγῶνα φέρων , κατὰ δ’ ἀσπίδα καὶ τρυφάλειαν
23.800 τεύχεα Σαρπήδοντος , μιν Πάτροκλος ἀπηύρα .
23.801 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν , περ ἀρίστω ,
23.803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
23.804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι .
23.805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν ,
23.806 ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα ,
23.807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
23.808 καλὸν Θρηΐκιον , τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων ·
23.809 τεύχεα δ’ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων ·
23.810 καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν .
23.811 ὣς ἔφατ’ , ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ,
23.812 ἂν δ’ ἄρα Τυδεΐδης ὦρτο , κρατερὸς Διομήδης .
23.813 οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν ,
23.814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
23.815 δεινὸν δερκομένω · θάμβος δ’ ἔχε πάντας Ἀχαιούς .
23.816 ἀλλ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
23.817 τρὶς μὲν ἐπήϊξαν , τρὶς δὲ σχεδὸν ὁρμήθησαν .
23.818 ἔνθ’ Αἴας μὲν ἔπειτα κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην
23.819 νύξ’ , οὐδὲ χρό’ ἵκανεν · ἔρυτο γὰρ ἔνδοθι θώρηξ ·
23.820 Τυδεΐδης δ’ ἄρ’ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
23.821 αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ .
23.822 καὶ τότε δή ῥ’ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
23.823 παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ’ ἀνελέσθαι .
23.824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
23.825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι .
23.826 αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
23.827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος ·
23.828 ἀλλ’ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς ,
23.829 τὸν δ’ ἄγετ’ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι