23.768 αὐτίκ’ Ὀδυσσεὺς
23.769 εὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν ·
23.770 κλῦθι θεά , ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν .
23.771 ὣς ἔφατ’ εὐχόμενος · τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη ,
23.772 γυῖα δ’ ἔθηκεν ἐλαφρά , πόδας καὶ χεῖρας ὕπερθεν .
23.773 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαΐξασθαι ἄεθλον ,
23.774 ἔνθ’ Αἴας μὲν ὄλισθε θέων , βλάψεν γὰρ Ἀθήνη ,
23.775 τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων ,
23.776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς ·
23.777 ἐν δ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε ·
23.778 κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς ,
23.779 ὡς ἦλθε φθάμενος · δὲ βοῦν ἕλε φαίδιμος Αἴας .
23.780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
23.781 ὄνθον ἀποπτύων , μετὰ δ’ Ἀργείοισιν ἔειπεν ·
23.782 πόποι μ’ ἔβλαψε θεὰ πόδας , τὸ πάρος περ
23.783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει .
23.784 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν .
23.785 Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλον
23.786 μειδιόων , καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.787 εἰδόσιν ὔμμ’ ἐρέω πᾶσιν φίλοι , ὡς ἔτι καὶ νῦν
23.788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους .
23.789 Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν ,
23.790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ ἀνθρώπων ·
23.791 ὠμογέροντα δέ μίν φασ’ ἔμμεναι · ἀργαλέον δὲ
23.792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς , εἰ μὴ Ἀχιλλεῖ .
23.793 ὣς φάτο , κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα .
23.794 τὸν δ’ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν ·
23.795 Ἀντίλοχ’ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος ,
23.796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω .
23.797 ὣς εἰπὼν ἐν χερσὶ τίθει , δ’ ἐδέξατο χαίρων .