22.328 χαλκοβάρεια ,
22.329 ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν .
22.330 ἤριπε δ’ ἐν κονίῃς · δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς ·
22.331 Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ’ ἐξεναρίζων
22.332 σῶς ἔσσεσθ’ , ἐμὲ δ’ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
22.333 νήπιε · τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ μέγ’ ἀμείνων
22.334 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην ,
22.335 ὅς τοι γούνατ’ ἔλυσα · σὲ μὲν κύνες ἠδ’ οἰωνοὶ
22.336 ἑλκήσουσ’ ἀϊκῶς , τὸν δὲ κτεριοῦσιν Ἀχαιοί .
22.337 τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ ·
22.338 λίσσομ’ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
22.339 μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν ,
22.340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
22.341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ ,
22.342 σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν , ὄφρα πυρός με
22.343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα .
22.344 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς ·
22.345 μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων ·
22.346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
22.347 ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι , οἷα ἔοργας ,
22.348 ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι ,
22.349 οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποινα
22.350 στήσωσ’ ἐνθάδ’ ἄγοντες , ὑπόσχωνται δὲ καὶ ἄλλα ,
22.351 οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
22.352 Δαρδανίδης Πρίαμος · οὐδ’ ὧς σέ γε πότνια μήτηρ
22.353 ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή ,
22.354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται .
22.355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ ·
22.356 σ’ εὖ γιγνώσκων προτιόσσομαι , οὐδ’ ἄρ’ ἔμελλον
22.357 πείσειν · γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός .