22.358 φράζεο νῦν , μή τοί τι θεῶν μήνιμα γένωμαι
22.359 ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
22.360 ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν .
22.361 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε ,
22.362 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
22.363 ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην .
22.364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς ·
22.365 τέθναθι · κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
22.366 Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι .
22.367 ῥα , καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος ,
22.368 καὶ τό γ’ ἄνευθεν ἔθηχ’ , δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα
22.369 αἱματόεντ’ · ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν ,
22.370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
22.371 Ἕκτορος · οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη .
22.372 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
22.373 πόποι , μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
22.374 Ἕκτωρ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ .
22.375 ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς .
22.376 τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς ,
22.377 στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ ἀγόρευεν ·
22.378 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
22.379 ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν ,
22.380 ὃς κακὰ πόλλ’ ἔρρεξεν ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι ,
22.381 εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν ,
22.382 ὄφρά κ’ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν’ ἔχουσιν ,
22.383 καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος ,
22.384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος .
22.385 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός ;
22.386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
22.387 Πάτροκλος · τοῦ δ’ οὐκ ἐπιλήσομαι , ὄφρ’