22.299 μὲν ἐν τείχει , ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη .
22.300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός , οὐδ’ ἔτ’ ἄνευθεν ,
22.301 οὐδ’ ἀλέη · γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
22.302 Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ , οἵ με πάρος γε
22.303 πρόφρονες εἰρύατο · νῦν αὖτέ με μοῖρα κιχάνει .
22.304 μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην ,
22.305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι .
22.306 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ ,
22.307 τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε ,
22.308 οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις ,
22.309 ὅς τ’ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
22.310 ἁρπάξων ἄρν’ ἀμαλὴν πτῶκα λαγωόν ·
22.311 ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ .
22.312 ὁρμήθη δ’ Ἀχιλεύς , μένεος δ’ ἐμπλήσατο θυμὸν
22.313 ἀγρίου , πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
22.314 καλὸν δαιδάλεον , κόρυθι δ’ ἐπένευε φαεινῇ
22.315 τετραφάλῳ · καλαὶ δὲ περισσείοντο ἔθειραι
22.316 χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς .
22.317 οἷος δ’ ἀστὴρ εἶσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ
22.318 ἕσπερος , ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ ,
22.319 ὣς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος , ἣν ἄρ’ Ἀχιλλεὺς
22.320 πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
22.321 εἰσορόων χρόα καλόν , ὅπῃ εἴξειε μάλιστα .
22.322 τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
22.323 καλά , τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς ·
22.324 φαίνετο δ’ κληῗδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι
22.325 λαυκανίην , ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος ·
22.326 τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτ’ ἔλασ’ ἔγχεϊ δῖος Ἀχιλλεύς ,
22.327 ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή ·
22.328 οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε