19.369 μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
19.370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
19.371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν .
19.372 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
19.373 χάλκεον · αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
19.374 εἵλετο , τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠΰτε μήνης .
19.375 ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
19.376 καιομένοιο πυρός , τό τε καίεται ὑψόθ’ ὄρεσφι
19.377 σταθμῷ ἐν οἰοπόλῳ · τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαι
19.378 πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν ·
19.379 ὣς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανε
19.380 καλοῦ δαιδαλέου · περὶ δὲ τρυφάλειαν ἀείρας
19.381 κρατὶ θέτο βριαρήν · δ’ ἀστὴρ ὣς ἀπέλαμπεν
19.382 ἵππουρις τρυφάλεια , περισσείοντο δ’ ἔθειραι
19.383 χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς .
19.384 πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς ,
19.385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα ·
19.386 τῷ δ’ εὖτε πτερὰ γίγνετ’ , ἄειρε δὲ ποιμένα λαῶν .
19.387 ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος
19.388 βριθὺ μέγα στιβαρόν · τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
19.389 πάλλειν , ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς ·
19.390 Πηλιάδα μελίην , τὴν πατρὶ φίλῳ πόρε Χείρων
19.391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν ·
19.392 ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
19.393 ζεύγνυον · ἀμφὶ δὲ καλὰ λέπαδν’ ἕσαν , ἐν δὲ χαλινοὺς
19.394 γαμφηλῇς ἔβαλον , κατὰ δ’ ἡνία τεῖναν ὀπίσσω
19.395 κολλητὸν ποτὶ δίφρον . δὲ μάστιγα φαεινὴν
19.396 χειρὶ λαβὼν ἀραρυῖαν ἐφ’ ἵπποιιν ἀνόρουσεν
19.397 Αὐτομέδων · ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
19.398 τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ Ὑπερίων ,
19.399 σμερδαλέον δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο ·
19.400 Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα