19.338 δὲ στενάχοντο γέροντες ,
19.339 μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον ·
19.340 μυρομένους δ’ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων ,
19.341 αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
19.342 τέκνον ἐμόν , δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος .
19.343 νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’ Ἀχιλλεύς ;
19.344 κεῖνος γε προπάροιθε νεῶν ὀρθοκραιράων
19.345 ἧσται ὀδυρόμενος ἕταρον φίλον · οἳ δὲ δὴ ἄλλοι
19.346 οἴχονται μετὰ δεῖπνον , δ’ ἄκμηνος καὶ ἄπαστος .
19.347 ἀλλ’ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
19.348 στάξον ἐνὶ στήθεσσ’ , ἵνα μή μιν λιμὸς ἵκηται .
19.349 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην ·
19.350 δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
19.351 οὐρανοῦ ἐκκατεπᾶλτο δι’ αἰθέρος . αὐτὰρ Ἀχαιοὶ
19.352 αὐτίκα θωρήσσοντο κατὰ στρατόν · δ’ Ἀχιλῆϊ
19.353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
19.354 στάξ’ , ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο ·
19.355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
19.356 ᾤχετο , τοὶ δ’ ἀπάνευθε νεῶν ἐχέοντο θοάων .
19.357 ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
19.358 ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο ,
19.359 ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
19.360 νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
19.361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα .
19.362 αἴγλη δ’ οὐρανὸν ἷκε , γέλασσε δὲ πᾶσα περὶ χθὼν
19.363 χαλκοῦ ὑπὸ στεροπῆς · ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
19.364 ἀνδρῶν · ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς .
19.365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε , τὼ δέ οἱ ὄσσε
19.366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας , ἐν δέ οἱ ἦτορ
19.367 δῦν’ ἄχος ἄτλητον · δ’ ἄρα Τρωσὶν μενεαίνων
19.368 δύσετο δῶρα θεοῦ , τά οἱ Ἥφαιστος κάμε τεύχων .
19.369 κνημῖδας