19.400 Ποδάργης
19.401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
19.402 ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ’ ἕωμεν πολέμοιο ,
19.403 μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα .
19.404 τὸν δ’ ἄρ’ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
19.405 Ξάνθος , ἄφαρ δ’ ἤμυσε καρήατι · πᾶσα δὲ χαίτη
19.406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν ·
19.407 αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη ·
19.408 καὶ λίην σ’ ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ ·
19.409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον · οὐδέ τοι ἡμεῖς
19.410 αἴτιοι , ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή .
19.411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
19.412 Τρῶες ἀπ’ ὤμοιιν Πατρόκλου τεύχε’ ἕλοντο ·
19.413 ἀλλὰ θεῶν ὤριστος , ὃν ἠΰκομος τέκε Λητώ ,
19.414 ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε .
19.415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν ,
19.416 ἥν περ ἐλαφροτάτην φάσ’ ἔμμεναι · ἀλλὰ σοὶ αὐτῷ
19.417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι .
19.418 ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν .
19.419 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
19.420 Ξάνθε τί μοι θάνατον μαντεύεαι ; οὐδέ τί σε χρή .
19.421 εὖ νυ τὸ οἶδα καὶ αὐτὸς μοι μόρος ἐνθάδ’ ὀλέσθαι
19.422 νόσφι φίλου πατρὸς καὶ μητέρος · ἀλλὰ καὶ ἔμπης
19.423 οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο .
19.424 ῥα , καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους .