17.684 Μενέλαος ·
17.685 Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
17.686 λυγρῆς ἀγγελίης , μὴ ὤφελλε γενέσθαι .
17.687 ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
17.688 γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει ,
17.689 νίκη δὲ Τρώων · πέφαται δ’ ὤριστος Ἀχαιῶν
17.690 Πάτροκλος , μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται .
17.691 ἀλλὰ σύ γ’ αἶψ’ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
17.692 εἰπεῖν , αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
17.693 γυμνόν · ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ .
17.694 ὣς ἔφατ’ , Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας ·
17.695 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε , τὼ δέ οἱ ὄσσε
17.696 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
17.697 ἀλλ’ οὐδ’ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε ,
17.698 βῆ δὲ θέειν , τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταίρῳ
17.699 Λαοδόκῳ , ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους .
17.700 τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
17.701 Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα .
17.702 οὐδ’ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
17.703 τειρομένοις ἑτάροισιν ἀμυνέμεν , ἔνθεν ἀπῆλθεν
17.704 Ἀντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη ·
17.705 ἀλλ’ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν ,
17.706 αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει ,
17.707 στῆ δὲ παρ’ Αἰάντεσσι θέων , εἶθαρ δὲ προσηύδα ·
17.708 κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
17.709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν · οὐδέ μιν οἴω
17.710 νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ ·
17.711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο .
17.712 ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην ,
17.713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν , ἠδὲ καὶ αὐτοὶ
17.714 Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν .